Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.175 Joseph. AJ 16.181 (English) >>Joseph. AJ 16.187

16.179

γὰρ Ἡρώδης πολλοῖς τοῖς ἀναλώμασιν εἴς τε τὰς ἔξω καὶ τὰς ἐν τῇ βασιλείᾳ χρώμενος, ἀκηκοὼς ἔτι τάχιον ὡς Ὑρκανὸς πρὸ αὐτοῦ βασιλεὺς ἀνοίξας τὸν Δαυίδου τάφον ἀργυρίου λάβοι τρισχίλια τάλαντα κειμένων πολὺ πλειόνων ἔτι καὶ δυναμένων εἰς ἅπαν ἐπαρκέσαι ταῖς χορηγίαις, ἐκ πλείονος μὲν διʼ ἐννοίας εἶχεν τὴν ἐπιχείρησιν, 16.180ἐν δὲ τῷ τότε νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται πραγματευσάμενος ἥκιστα μὲν τῇ πόλει φανερὸς εἶναι, παρειληφὼς δὲ τοὺς πιστοτάτους τῶν φίλων. 16.181ἀποθέσιμα μὲν οὖν χρήματα καθάπερ Ὑρκανὸς οὐχ εὗρεν, κόσμον δὲ χρυσοῦν καὶ κειμηλίων πολύν, ὃν ἀνείλετο πάντα. σπουδὴν δʼ εἶχεν ἐπιμελεστέραν ποιούμενος τὴν ἔρευναν ἐνδοτέρω τε χωρεῖν καὶ κατὰ τὰς θήκας, ἐν αἷς ἦν τοῦ Δαυΐδου καὶ τοῦ Σολομῶνος τὰ σώματα. 16.182καὶ δύο μὲν αὐτῷ τῶν δορυφόρων διεφθάρησαν φλογὸς ἔνδοθεν εἰσιοῦσιν ἀπαντώσης, ὡς ἐλέγετο, περίφοβος δʼ αὐτὸς ἐξῄει, καὶ τοῦ δέους ἱλαστήριον μνῆμα λευκῆς πέτρας ἐπὶ τῷ στομίῳ κατεσκευάσατο πολυτελὲς τῇ δαπάνῃ. 16.183τούτου καὶ Νικόλαος κατʼ αὐτὸν ἱστοριογράφος μέμνηται τοῦ κατασκευάσματος, οὐ μὴν ὅτι καὶ κατῆλθεν, οὐκ εὐπρεπῆ τὴν πρᾶξιν ἐπιστάμενος. διατελεῖ δὲ καὶ τἆλλα τοῦτον τὸν τρόπον χρώμενος τῇ γραφῇ· 16.184ζῶντι γὰρ ἐν τῇ βασιλείᾳ καὶ σὺν αὐτῷ κεχαρισμένως ἐκείνῳ καὶ καθʼ ὑπηρεσίαν ἀνέγραφεν, μόνων ἁπτόμενος τῶν εὔκλειαν αὐτῷ φερόντων, πολλὰ δὲ καὶ τῶν ἐμφανῶς ἀδίκων ἀντικατασκευάζων καὶ μετὰ πάσης σπουδῆς ἐπικρυπτόμενος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.175 Joseph. AJ 16.181 (English) >>Joseph. AJ 16.187

Powered by PhiloLogic